TLG 1327 001 :: DIONIS EPISTULAE :: Epistulae DIONIS EPISTULAE Epist. Cf. et DIO CHRYSOSTOMUS Soph. (0612) Epistulae Citation: Epistle — (line) | ||
1(t) | Ῥούφῳ. | |
1 | Συνίστημί σοι τὸν φέροντα τὴν ἐπιστολὴν ἄνδρα πράγματα μὲν ἔχοντα δι’ ἀντιδίκου φιλονεικίαν, αὐτὸν δὲ τοῖς φίλοις παρέχειν οὐ βουλόμενον, ἔτι δὲ καὶ τἄλλα οἷον ἂν σὺ ἐπαινέσειας, μέτριος καὶ ἐπιεικής· | |
---|---|---|
5 | τὸ γὰρ τοῦ γένους καὶ πολιτικοῦ ἀξιώματος οὐδ’ οἶμαί σε δεῖσθαι πυνθάνεσθαι, καὶ γὰρ καὶ ταῦτα αὐτῷ ὑπάρχει. | |
2(t) | Ῥούφῳ. | |
1 | Ἑρέννιον τὸν ἐμὸν ἑταῖρον φθάνεις μὲν ἐπιστάμε‐ νος, οὔπω δὲ ἱκανῶς, ὅσον ἐγὼ βούλομαι. οὐδὲ γὰρ νῦν ἂν δυναίμην ἴσως εἰπεῖν ἅπαντα τὰ προσόντα αὐτῷ· τοσαῦτα μέντοι ἄξιον αὐτὸν μαρτυρῆσαι ὡς καὶ | |
5 | γέγονεν ἡμῖν ἐκ πλείονος φίλος καὶ ὅσα πεῖραν ἤδη τῷ χρόνῳ δέδωκε. καὶ περὶ τοὺς λόγους πρότερον μὲν ἐζήλωσε, νῦν δὲ καὶ ὑπερεβάλετο. ἔστι γὰρ ῥήτωρ ἀγαθός, ἔτι δ’ ἂν γένοιτο βελτίων σοὶ συνὼν καὶ ὑπὸ σοῦ προαγόμενος. σὺ δέ μοι τὰ πολλὰ περὶ πολλῶν | |
10 | χαριζόμενος ἐν τοῖς μάλιστα ἂν χαρίζοιο καὶ Ἑρέν‐ νιον σαυτοῦ νομίζων. | |
3(t) | Εὐσεβίῳ. | |
1 | Παρόντα σε βλέπειν οἴομαι ταῖς ἐπιστολαῖς ἐντυγ‐ χάνων αἷς ἐπιστέλλεις, ὥστ’ εἰ γράφοις μοι συνεχέ‐ στερον ἥκιστ’ ἂν ἐπὶ τῇ ἀπουσίᾳ δυσχεραίνοιμι. | |
4(t) | Τῷ αὐτῷ. | |
1 | Ἀνιαρὰ μὲν εἶναι τὰ συμβάντα Δρακοντίῳ καὶ κα‐ κῶν ἔσχατα τίς οὐκ ἂν ὁμολογήσειεν, ἀνθρώπινα δὲ καὶ πολλοῖς ἤδη γεγενημένα. διὸ καρτερεῖν μὲν ἐπ’ ἐκείνοις ἀνάγκη καὶ φέρειν ἑκόντας· δεῖ γάρ, κἂν ἄλ‐ | |
5 | λως ἔχῃς, κἂν σφόδρα τοῦ πάθους ἡττᾷ, ὑπὲρ τῶν ὄντων ὁρᾶν ὀρθῶς, ἵνα μὴ τὰς μὲν συμφορὰς ἄριστα διηνυκέναι δοκῇς, περὶ δὲ τοῦ ζῶντος οὐκ ἄριστα φρονεῖν. | |
5(t) | Σαβινιανῷ. | |
1 | Οὐκ ὄκνῳ τοῦ γράφειν οὐδ’ ὑπεροψίᾳ τινὶ σεσιώπη‐ ταί μοι τὰ πρότερον. καί σοι ἂν ὡμολόγουν εἶναι σχετλιώτατος ἀνθρώπων, εἰ τέχνῃ μὲν τὸ λέγειν ἀσκή‐ σας ἐπιστέλλειν οὐκ ἐβουλόμην, ἠμέλουν δὲ φίλου, ᾧ | |
5 | καὶ συνεχόρευσα τὰ τῶν Μουσῶν καὶ τὰ ἱερὰ συνετε‐ | |
λέσθην, ὅσα δὴ πάντων ἐν Ἕλλησιν ἁγιώτατα. | 259 |